Ancient Greek
2.336.4 to 2.337.3
Anaxagoras, Testimonia 2.336.4-2.337.3
Unproofread scanNot analysed yet
τὸ μὲν πυκνὸν καὶ διερὸν καὶ ψυχρὸν καὶ τὸ ζοφερὸν ἐνθάδε συνεχώρησεν, ἔνθα νῦν <ἡ γῆ>, τὸ δὲ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν ἐξεχώρησεν εἰς τὸ πρόσω τοῦ αἰθέρος. 16. [20] ——179,6 [nach B 15] καὶ τὰ μὲν ἀρχοειδὴ ταῦτα καὶ ἀπλούστατα ἀποκρίνεσθαι λέγει, ἄλλα δὲ τούτων συνθετώτερα ποτὲ μὲν συμπήγνυσθαι λέγει ὡς σύνδετα [?],ποτὲ δὲ ἀποκρίνεσθαι ὡς τὴν γῆν. οὕτως γάρ φησιν· ἀπὸ —ψυχροῦ. 155,21 λέγει γοῦν Ἀ. ἐν τῶι πρώτῳ τῶν Φυσικῶν· ἐκ μὲν —ὕδατος. ἀπὸ τούτων ἀποκρινομένων συμπήγνυται γῆ· ἐκ μὲν γὰρ τῶν νεφελῶν ὕδωρ ἀποκρίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, ἐκ δὲ τῆς γῆς λίθοι συμπήγνυνται ὑπὸ τοῦ ψυχροῦ, οὗτοι δὲ ἐκχωρέουσι μᾶλλον τοῦ ὕδατος. 17. [22] ——163,18 σαφῶς δέ Ἀ. ἐν τῶι πρώτῳ τῶν Φυσικῶν τὸ γίνεσθαι καὶ ἀπόλλυσθαι συγκρίνεσθαι καὶ διακρίνεσθαι λέγει γράφων οὕτως· τὸ δὲ γίνεσθαι καὶ ἀπόλλυσθαι οὐκ ὀρθῶς νομίζουσιν οἱ Ἕλληνες· οὐδὲν γὰρ χρήμα γίνεται οὐδὲ ἀπόλλυται, ἀλλ᾽ ἀπὸ ὄντων χρημάτων συμμίγεται τε καὶ διακρίνεται. καὶ οὕτως ἂν ὀρθῶς καλοῖεν τὸ τε γίνεσθαι συμμίγεσθαι καὶ τὸ ἀπόλλυσθαι διακρίνεσθαι. 18 [O] PLUT. de fac. in orb. lun. 16 p. 929B ὁ μὲν οὖν ἑταῖρος ἐν τῇ διατριβῇ τοῦτο δή τὸ Ἀναξαγόρειον ἀποδεικνύς, ὡς ᾿ἥλιος ἐντίθησι τῇ σελήνῃ τὸ λαμπρόν, εὐδοκίμησεν. 19 [O] SCHOL. HOM. BT zu P 547 Ἀ. δὲ φησιν Ἰριν δὲ καλέσομεν τὸ ἐν τῇσι νεφέλησιν ἀντιλάμπον τῷ ἡλίῳ. χειμῶνος οὖν ἐστὶ σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὀμβρον.