Ancient Greek
2.338.1
Anaxagoras, Testimonia 2.338.1
Unproofread scanNot analysed yet
21. [25] Sext. VII 90 ὁ μὲν φυσικώτατος Ἀ. ὡς ἀσθενεῖς διαβάλλων τὰς αἰσθήσεις ὑπ᾽ ἀφαιρότητος αὐτῶν, φησίν. οὐ δυνανοί ἐσμεν κρίνειν τἀληθές. τίθησι τε πίστιν αὐτῶν τῆς ἀπιστίας τὴν παρὰ μικρὸν τῶν χρωμάτων ἐξαλλαγήν. εἰ γὰρ δύο λάβοιμεν χρώματα. μέλαν καὶ λευκόν, εἶτα ἐκ θάτερου εἰς θάτερον κατὰ σταγόνα παρεκχέοιμεν, οὐ δυνήσεται ἡ ὄψις διακρίνειν τὰς παρὰ μικρὸν μεταβολάς, καίπερ πρὸς τὴν φύσιν ὑποκειμένας.