Ancient Greek
2.339.1
Anaxagoras, Testimonia 2.339.1
Unproofread scanNot analysed yet
1. Diog. II 16. 17. Ἀρχέλαος Ἀθηναῖος ἢ Μιλήσιος, πατρὸς Ἀπολλοδώρου, ὡς δέ τινες, Μίδωνος, μαθητῆς Ἀναξαγόρου, διδάσκαλος Σωκράτους οὗτος [Ἀναξαγ.] πρῶτος ἐκ τῆς Ἰωνίας τὴν φυσικὴν φιλοσοφίαν μετήγαγεν Ἀθήναζε), καὶ ἐκλῆθη φυσικός. παρὸ καὶ ἐλξεν ἐν αὐτῷ ἡ φυσικὴ φιλοσοφία, Σωκράτους τὴν ἠθικὴν εἰσαγαγόντος. ἔοικεν δὲ καὶ οὗτος ἀμαθᾶι τῆς ἠθικῆς. καὶ γὰρ περὶ νόμων περιεσόφηκεν καὶ καλῶν καὶ δικαίων· παρ’ οὐ λαβὼν Σωκράτης τῷι αὐξῆσαι εἰς τὸ εὑρεῖν ὑπελήφθη. ἔλεγε δὲ δύο αἰτίας εἶναι γενέσεως, θερμὸν καὶ ὑγρόν· καὶ τὰ ζῷια ἀπὸ τῆς ἰλύος γεννηθῆναι· καὶ τὸ δίκαιον εἶναι καὶ τὸ αἰσχρὸν οὐ φύσει, ἀλλὰ νόμωι.