Ancient Greek
2.339.2
Anaxagoras, Testimonia 2.339.2
Unproofread scanNot analysed yet
(17) ὁ δὲ λόγος αὐτῷι οὕτως ἔχει. τηκόμενόν φησι τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ, καθὼ μέν εἰς τὸ <κάτω διὰ τὸ> πυρώδες συνίσταται, ποιεῖν γῆν· καθὼ δὲ περιρρεῖ, ἀέρα γεννᾶν. ὅθεν ἡ μὲν ὑπὸ τοῦ ἀέρος, ὁ δὲ ὑπὸ τῆς τοῦ πυρὸς περιφοράς κρατεῖται. γεννᾶσθαι δὲ φησι τὰ ζῷια ἐκ θερμῆς τῆς γῆς καὶ ἰλὺν παραπλησίαν γάλακτι οἷον τροφὴν ἀνείσης· οὕτω δὴ καὶ τοὺς ἀνθρώπους ποιῆσαι. πρῶτος δὲ εἶπε φωνῆς γένεσιν τὴν τοῦ ἀέρος πληξιν. τὴν δὲ θάλατταν ἐν τοῖς κοιλοῖς διὰ τῆς τῆς ἠθουμένην συνεστάναι. μέγιστον τῶν ἀστρῶν τὸν ἥλιον, καὶ τὸ πᾶν ἄπειρον.