Ancient Greek
54 to 55
Anaxandrides Comic., Fragmenta 54-55
Unproofread scanNot analysed yet
ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν σοφοὶ πρῶτον μὲν οὐχ ἔχουσι τῆς τέχνης κριτήν, εἶτα φθονοῦνται· χρη γὰρ εἰς ὄχλον φέρειν ἅπανθ’ ὅσ’ ἂν τις καινότητ’ ἔχειν δοκή. Athenaeus 5, 222 b κατὰ γὰρ τὸν κωμῳδιοπολὸν ’Αναξανδρίδην κτλ. 3. δ’ ἑαυτοῖσιν Porson.] δὲ αὐτοῖσιν A. 6. ἅπαντα A. ὅσ’ ἂν τις] scr. ὅταν τι. ὅστις λόγους παρακαταθήκην γὰρ λαβὼν ἔξειπεν, ἄδικός ἐστιν ἢ ἄκρατὴς ἄγαν· ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα, ἄκρατὴς· ἴσως δέ γ’ εἰσὶν ἀμφότεροι κακοί.