Ancient Greek
56
Anaxandrides Comic., Fragmenta 56
Unproofread scanNot analysed yet
χαλεπή, λέγω σοι, καὶ προσάντης, ὦ τέκνον, ὁδός ἐστιν, ὡς τὸν πατέρ’ ἀπελθεῖν οἴκαδε τὸ νέκταρ ἐσθίω πάνυ μᾶττων διαπίνω τ᾿ ἄμβροσίαν, καὶ τῷ Διὶ διακονῶ, καὶ σεμνός εἰμ᾿ ἐκάστοτε Ἥρα λαλῶν καὶ Κύπριδι παρακαθήμενος. Athenaeus 2, 39 a Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν κτλ. Eustathius 1632, 62 παρὰ δέ τισι τῶν παλαιῶν τὸ νέκταρ ἥρα ἦν θεία τροφή. προσφέρεται γοῦν Ἀναξανδρίδης μὲν γράφων οὕτω· τὸ νέκταρ —διακονῶ. Photius et Suidas νεκτάρεον· νέκταρ θεῶν πόμα. καὶ οἶνος, οὕτως, ὡς Ἀναξανδρίδης. καὶ τὸ βρῶμα τῶν θεῶν ὁ αὐτός. 1. ἐσθίω πάνυ |μᾶττων Casaub.] πάνυ μᾶττων ἐσθίω. πάνυ μᾶττων ἐσθίω |νέκταρ διαπίνω κτλ. Mein. in Ath. —Plat. Reip. 4, 420 e πρὸς τὸ πῦρ διαπίννοντάς τε καὶ εὐωχουμένους. cf. Arist. Ach. 751.