Ancient Greek
2.470.2
Anaxarchus Phil., Testimonia 2.470.2
Unproofread scanNot analysed yet
1. Diog. IX 58-60 Ἀνάξαρχος Ἀβδηρίτης. οὗτος ἤκουσε Διογένους τοῦ Σμυρναίου· ὁ δὲ Μητροδώρου τοῦ Χίου, ὃς ἔλεγε μηδ᾿ αὐτὸ τοῦτ᾿ εἰδέναι ὅτι οὐδὲν οἶδε. Μητρόδωρον δὲ Νεσσᾶ τοῦ Χίου, οἱ δὲ Δημοκρίτου φασὶν ἀκοῦσαι. ὁ δ᾿ οὖν Ἀνάξαρχος καὶ Ἀλεξάνδρῳ συνῆν καὶ ἠκμαζε κατὰ τὴν δεκάτην καὶ ἑκατοστήν ὀλυμπιάδα [340-337] καὶ εἶχεν ἔχθρόν Νικοκρέοντα τὸν Κύπρου τύραννον· καὶ ποτε ἐν συμποσίῳ τοῦ Ἀλεξάνδρου ἐρωτήσαντος αὐτόν, τί ἄρα δοκεῖ τὸ δεῖπνον, εἰπεῖν φασιν· ᾿ὦ βασιλεῦ, πάντα πολυτελῶς᾿· ἔδει δὲ λοιπὸν κεφαλὴν σατραποῦ τινὸς παρατεθεῖσθαι᾿ ἀπορρήτων πρὸς τὸν Νικοκρέοντα. (59) ὁ δὲ μνησικακήσας μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ὅτε πλέον ἀκουσίως προσηνέχθη τῇ Κύπρῳ ὁ Ἀνάξαρχος, συλλαβὼν αὐτὸν καὶ εἰς ὅλμον βαλὼν ἐκέλευσε τύπτεσθαι σιδηροῖς ὑπέροισ. τὸν δὲ οὐ φροντίσαντα τῆς τιμωρίας εἰπεῖν ἐκεῖνο δή τὸ περιφερόμενον· ᾿πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, Ἀνάξαρχον δὲ οὐ πτίσσεις᾿. κελεύσαντος δὲ τοῦ Νικοκρέοντος καὶ τὴν γλῶτταν αὐτοῦ ἐκμηθῆναι, λόγος ἀποτραγῶντα προσπτύσαι αὐτῷ. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως (ἔχον) [Anth. P. VII 133]: