Ancient Greek
2.470.3 to 2.470.8
Anaxarchus Phil., Testimonia 2.470.3-8
Unproofread scanNot analysed yet
πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα· θύλακός ἐστι· πτίσσετ᾿· Ἀνάξαρχος δ᾿ ἐν Διός ἐστι πάλαι. καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον (?)τάδε λέξει ῥήματα Φερσεφόνη· ᾿ἔρρε μυλωθρὲ κακέ᾿. (60) οὗτος διὰ τὴν ἀπάθειαν καὶ εὐκολίαν τοῦ βίου Εὐδαιμονικὸς ἐκαλεῖτο· καὶ ἦν ἐκ τοῦ ράιστου δυνατὸς σωφρονίζειν. τὸν γοῦν Ἀλέξανδρον οἴομενον εἶναι θεὸν ἐπέστρεψεν· ἐπειδή γὰρ ἐκ τινος πληγῆς εἶδεν αὐτῷ καταρρέον αἷμα, δεῖξας τῇ χειρὶ πρὸς αὐτὸν φησί· ᾿τούτὶ μὲν αἷμα καὶ οὐκ ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσι᾿ [E 340]. Πλούταρχος [s. S. 455,26] δ᾿ αὐτὸν Ἀλέξανδρον τοῦτο λέξαι πρὸς τοὺς φίλους φησίν. ἀλλὰ καὶ ἄλλοτε [s. S. 456,32] προπίνοντα αὐτῷ τὸν Ἀνάξαρχον δεῖξαι τὴν κύλικα καὶ εἰπεῖν·