Ancient Greek
1.37.1
Anaximenes Phil., Testimonia 1.37.1
Unproofread scanNot analysed yet
Α. δὲ Εὐφυστράτου Μιλῆσιος, ἐταῖρος γεγωνὼς Ἀναξιμάνδρου, μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἀπειρὸν φησιν ὥσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὥσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην, ἀέρα λέγων αὐτόν· διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας. καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἐπὶ δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων. κίνησιν δὲ καὶ οὗτος αἴδιον ποιεῖ, δι’ ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι. 149, 32 ἐπὶ γὰρ τοῦτον μόνον Θεόφραστος ἐν τῇ Ἱστορίᾳ τὴν μάνωσιν εἶρῃκε καὶ πύκνωσιν, δῆλον δὲ ὡς καὶ οἱ ἄλλοι τῇ μανότητι καὶ πυκνότητι ἐχρῶντο.