Ancient Greek
1.37.2
Anaximenes Phil., Testimonia 1.37.2
Unproofread scanNot analysed yet
Ἀναξιμένην δὲ φασὶ τὴν τῶν ὅλων ἀρχὴν τὸν ἀέρα εἰπεῖν καὶ τοῦτον εἶναι τῷι μὲν μεγέθει ἀπειρον, ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον· γεννᾶσθαι τε πάντα κατὰ τινα πύκνωσιν τοῦτον καὶ πάλιν ἀραιῶσιν. τὴν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρχειν· πιλουμένου δὲ τοῦ ἀέρος πρώτην γεγενῆσθαι λέγει τὴν γῆν πλατεῖαν μᾶλα· διὸ καὶ κατὰ λόγον αὐτὴν ἐποχεῖσθαι τῷι ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως ἔχειν ἐκ γῆς. ἀποραίνεται γοῦν τὸν ἥλιον γῆν, διὰ δὲ τὴν ὀξεῖαν κίνησιν καὶ μάλ’ ἰκανῶς θερμὴν ταύτην καθ’ ὅσον λαβεῖν.