Ancient Greek
1.37.3
Anaximenes Phil., Testimonia 1.37.3
Unproofread scanNot analysed yet
Α. δὲ καὶ αὐτὸς ὤν Μιλῆσιος υἱὸς δ’ Εὐφυστράτου, ἀέρα ἀπειρον ἔφη τὴν ἀρχὴν εἶναι, ἐξ οὗ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεῖα γίνεσθαι, τὰ δὲ λοιπὰ ἐκ τῶν τοῦτον ἀπογόνων. τὸ δὲ εἶδος τοῦ ἀέρος τοιούτον· ὅταν μὲν ὀμαλώτατος ᾖ, ὀψει ἀδηλον, δηλοῦσθαι δὲ τῷι ψυχρῷι καὶ τῷι θερμῷι καὶ τῷι νυτερῷι καὶ τῷι κινοῦμένωι. κινεῖσθαι δὲ ἀεὶ· οὐ γὰρ μεταβάλλειν ὅσα μεταβάλλει, εἰ μὴ κινοῖτο. πυκνούμενον γὰρ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· ὅταν γὰρ εἰς τὸ ἀραιότερον διαχυθῇ, πῦρ γίνεσθαι, ἀνέμους δὲ πάλιν εἶναι ἀέρα πυκνούμενον, ἐξ ἀέρος νέφος ἀποτελεῖσθαι κατὰ τὴν πύλησιν, ἐπὶ δὲ μᾶλλον ὕδωρ, ἐπὶ πλεῖον πυκνωθέντα γῆν καὶ εἰς τὸ μάλιστα [πυκνότατον] λίθους. ὥστε τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι θερμόν τε καὶ ψυχρόν. τὴν δὲ γῆν πλατεῖαν εἶναι ἐπ’ ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύρινα ὄντα ἐποχεῖσθαι τῷι ἀέρι διὰ πλάτος. γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὴν ἰχμάδα ἐκ ταύτης ἀνίστασθαι, ἥς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μετεωριζομένου τοὺς ἀστέρας συνίστασθαι. εἶναι δὲ καὶ γεώδεις φύσεις