Ancient Greek
1.40.1
Anaximenes Phil., Testimonia 1.40.1
Unproofread scanNot analysed yet
ἐν τῷ τόπῳ τῶν ἀστέρων συμπεριφερομένας ἐκεῖνοις. οὐ 6 κινεῖσθαι δὲ ὑπὸ γῆν τὰ ἄστρα λέγει, καθὼς ἕτεροί ὑπελήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεὶ περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τὸ πηλίον. κρύπτεσθαι τε τὸν ἥλιον οὐχ ὑπὸ γῆν γεγόμενον, ἀλλ’ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. τὰ δὲ ἄστρα μὴ φερμαίνειν διὰ τὸ μήκος τῆς ἀποστάσεως. ἀνέμους δὲ γεννᾶσθαι, 7 ὅταν ἡ πεπυκνωμένος ὁ ἀὴρ καὶ ὠθεῖς φέρεται· συνελθόντος δὲ καὶ ἐπὶ πλεῖον παχυνθέντος νέφη γεννᾶσθαι καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. χάλαζαν δὲ γίνεσθαι, ὅταν ἀπὸ τῶν νεφῶν τὸ ὕδωρ καταφερόμενον παγῇ· χιόνα δέ, ὅταν αὐτὰ ταῦτα ἐνυγρότερα ὄντα πήξιν λάβῃ. ἀστραπὴν δ’ ὅταν τὰ νέφη δυστήται βιαί πνευ- 8 μάτων· τούτων γὰρ διασταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. ἰρίν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἄερα συνεστώτα πιπτουσῶν. σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ψύξεως. ταῦτα μὲν οὖν Ἀναξιμένης. οὗτος 9 ἦρμασε περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος [548/7].