Ancient Greek
1.40.2 to 1.40.3
Anaximenes Phil., Testimonia 1.40.2-3
Unproofread scanNot analysed yet
8. HERMIAS IRRIS. 7 (D. 659) ἐπειδὰν δὲ ἡγήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀ. ὑπολαβὼν ἀντικέκραγεν· ἀλλ’ ἐγώ σοι φημί· τὸ πᾶν ἐστιν ὁ ἀὴρ, καὶ οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αὐθὴρ καὶ πῦρ, εἰς δὲ τὴν αὐτοῦ φύσιν ἐπανίων ἀὴρ· ἀραιωθείς δὲ καὶ πυκνωθείς, φησίν, ἐξαλλάσσεται. 11. SIMPL. PHYS. 1121, 12 γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν, ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ, ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατὰ τινὰς χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς [s. Anaximand. 17, S. 19].