Ancient Greek
2.34.5
Anaximenes Phil., Testimonia 2.34.5
Unproofread scanNot analysed yet
7. HIPPOL. Ref. I 7 (D. 560). (1) Ἀ. δὲ καὶ αὐτὸς ὡν Μιλήσιος υἱὸς δ᾿ Εὐρυστράτου, ἀέρα ἄπειρον ἔφη τὴν ἀρχὴν εἶναι, ἐξ οὗ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεία γίνεσθαι, [τὰ δὲ λοιπὰ ἐκ [τῶν τούτου ἀπογόνων. (2) τὸ δὲ εἶδος τοῦ ἀέρος τοιοῦτον· ὅταν μὲν ὁμαλώτατος ἦ, ὀψει ἄδηλον, δηλοῦσθαι δὲ τῷι ψυχρῷι καὶ τῷι θερμῷι καὶ τῷι νοτερῷι καὶ τῷι κινουμένωι. κινεῖσθαι δὲ ἀε[ οὐ γὰρ μεταβάλλειν ὅσα μεταβάλλει, εἰ μὴ [κινεῖτο. (3) πυκνούμενον γὰρ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· ὅταν [γὰρ εἰς τὸ ἀραιότερον διαχυθῇ, πῦρ γίνεσθαι, ἀνέμους δὲ πάλιν εἶναι ἀέρα πυκνούμενον, ἐξ [ἀέρος (δὲ) νέφος ἀποτελεῖσθαι κατὰ τὴν πίλησιν, ἐπὶ δὲ μᾶλλον ὕδωρ, ἐπι[πλεῖον πυκνωθέντα γῆν καὶ εἰς τὸ μάλιστα [πυκνότατον λίθους. ὥστε [τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι θερμόν τε καὶ ψυχρόν. (4) τὴν δὲ γῆν πλατείαν [εἶναι ἐπ᾿ ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα [πᾶντα [πύρινα ὄντα ἐποχεῖσθαι τῷι ἀέρι διὰ πλάτος. (5) γεγενέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι, ἥς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρὸς μετεωριζομένου τοὺς ἀστέρας [συνίστασθαι. εἶναι δὲ καὶ γεωδεῖς φύσεις ἐν [τῷι τόπωι τῶν ἀστέρων [συμπεριφερομένας ἐκείνοις. (6) [οὐ κινεῖσθαι δὲ ὑπὸ γῆν τὰ ἄστρα λέγει, καθὡς ἕτεροι ὑπελήφασιν, ἀλλὰ περὶ γῆν, ὡσπερεῖ περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τὸ πιλίον. κρύπτεσθαι τε τὸν ἥλιον οὐχ ὑπὸ γῆν γενόμενον, ἀλλ᾿ ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον καὶ διὰ τὴν