Ancient Greek
2.35.1
Anaximenes Phil., Testimonia 2.35.1
Unproofread scanNot analysed yet
πλείονα ἡμῶν αὐτοῦ γενομένην ἀπόστασιν. τὰ δὲ ἄστρα μὴ θερμαίνειν διὰ τὸ μήκος τῆς ἀποστάσεως. 7 ἀνέμους δὲ γεννᾶσθαι, ὅταν ἡ πεπυκνωμένος ὁ ἀήρ καὶ ὠσθεὶς φέρεται· συνεθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυνθέντα νέφη γεννᾶσθαι καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. χάλazan δὲ γίνεσθαι, ὅταν ἀπὸ τῶν νεφῶν τὸ ὕδωρ καταφερόμενον παγῇ· χιόνα δέ, ὅταν αὐτὰ ταῦτα ἐνυγρότερα οὖν πηξιν λάβῃ. 8 ἀστραπὴν δ᾽ ὅταν τὰ νέφη διιστῆται βία πνευμάτων· τούτων γὰρ διισταμένων λαμπρὰν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. ἤριν δὲ γεννᾶσθαι τῶν ἠλιακῶν αὐγῶν εἰς ἄερα συνεστῶτα πιπτουσῶν. σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλουομένης ὑπὸ θερμασίας καὶ ψύξεως. 9 ταῦτα μὲν οὖν Ἀναξιμένους. οὗτος ἠκμασε περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος [548/7].