Ancient Greek
2.35.6
Anaximenes Phil., Testimonia 2.35.6
Unproofread scanNot analysed yet
14. ΑΕΤ. II 13,10 (D. 342) Ἀ. πυρίνην μὲν τὴν φύσιν τῶν ἀστρων, περιέχειν δὲ τινα καὶ γεωδὴ σώματα συμπεριφερόμενα τούτοις ἄορατα. Ebenda 14,3 (D. 344) Ἀ. ἠλιον δίκην καταπεπηγμένα τὰ ἄστρα τῶν κρυσταλλοειδεῖ. ἔνιοι [?]δὲ πέταλα εἶναι πύρινα ὡσπερ ζωγραφήματα. 16,6 (D. 346) Ἀ. οὐχ ὑπὸ τὴν γῆν, ἀλλὰ περὶ αὐτὴν στρέφεσθαι τοὺς ἀστέρας. ARIST. METEOR. B 1. 354a28 πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἠλίον μὴ φέρεσθαι ὑπὸ γῆν, ἀλλὰ περὶ τὴν γῆν καὶ τὸν τόπον τοῦτον, ἀφανίζεσθαι δὲ καὶ ποιεῖν νύκτα διὰ τὸ ὑψηλὴν εἶναι πρὸς ἄρκτον τὴν γῆν. ΑΕΤ. II 19,1. 2 (D. 347) Πλάτων τὰς ἐπισημασίας τὰς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἀστρων ἐπιτολὰς τε καὶ δυσμὰς γίνεσθαι. Ἀ. δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἠλίον μόνον.