Ancient Greek
2.35.2 to 2.35.5
Anaximenes Phil., Testimonia 2.35.2-5
Unproofread scanNot analysed yet
8. HERMIAS IRRIS. 7 (D. 653) ἐπειδάν δὲ ἠρήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀ. ὑπολαβὼν ἀντικέραγεν· ἀλλ᾽ ἐγὼ σοὶ φημι· τὸ πᾶν ἐστὶν ὁ ἀήρ, καὶ οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αἰθήρ καὶ πῦρ. εἰς δὲ τὴν αὐτοῦ φύσιν ἐπανιὼν ἀήρ· ἀραιωθεὶς δὲ καὶ πυκνωθεὶς, φησίν, ἐξαλλάσσεται. 11. SIMPL. PHYS. 1121,12 γεννητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν, ὅσοι ἀεὶ μὲν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ, ἀλλ᾽ ἄλλοτε ἄλλον γινόμενον κατὰ τινὰς χρόνους περιόδους, κατ᾽ Ἀναξιμένους τε καὶ Ἠράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς [s. oben 2,17, S. 15,34]. 13. —II 11,1 (D. 339) Ἀ. καὶ Παρμενίδης τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν. Vgl. II 7,1 Ende [18 A 37].