Ancient Greek · ~2 min
Section 15
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 15
Not analysed yet
φέρε, ἀλλὰ Χερρόνησον καὶ τὰς ἀποικίας καὶ τὰ ἐγκτήματα καὶ τὰ χρέα ἵνα ἀπολάβωμεν; ἀλλʼ οὔτε βασιλεὺς οὔτε οἱ σύμμαχοι συγχωροῦσιν ἡμῖν, μεθʼ ὧν αὐτὰ δεῖ πολεμοῦντας κτήσασθαι. ἀλλὰ νὴ Δία ἕως ἂν Λακεδαιμονίους καταπολεμήσωμεν καὶ τοὺς συμμάχους αὐτῶν, μέχρι τούτου δεῖ πολεμεῖν; ἀλλʼ οὔ μοι δοκοῦμεν οὕτω παρεσκευάσθαι. ἐὰν δʼ ἄρα κατεργασώμεθα, τί ποτε αὐτοὶ πείσεσθαι δοκοῦμεν ὑπὸ τῶν βαρβάρων, ὅταν ταῦτα πράξωμεν;