Ancient Greek · ~1 min
Section 16
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 16
Not analysed yet
εἰ τοίνυν περὶ τούτου μὲν ἔδει πολεμεῖν, χρήματα δὲ ὑπῆρχεν ἡμῖν ἱκανά, τοῖς δὲ σώμασιν ἦμεν δυνατοί, οὐδὲ οὕτως ἔδει πολεμεῖν. εἰ δὲ μήτε διʼ ὅ τι μήτε ὅτοισι μήτε ἀφʼ ὅτου πολεμήσωμεν ἔστι, πῶς οὐκ ἐκ παντὸς τρόπου τὴν εἰρήνην ποιητέον ἡμῖν;