Ancient Greek · ~1 min
Section 19
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 19
Not analysed yet
τοιαῦτα δʼ ἔργα ἐπιδειξάμενοι τὴν εἰρήνην εἰσὶν ἕτοιμοι ποιεῖσθαι τὴν ἑαυτῶν ἔχοντες, οἳ ἐνίκων μαχόμενοι, καὶ τὰς πόλεις αὐτονόμους εἶναι καὶ τὴν θάλατταν κοινὴν ἐῶντες τοῖς ἡττημένοις. καίτοι ποίας τινὸς ἂν ἐκεῖνοι παρʼ ἡμῶν εἰρήνης ἔτυχον, εἰ μίαν μόνον μάχην ἡττήθησαν;