Ancient Greek · ~2 min
Section 20
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 20
Not analysed yet
Βοιωτοὶ δʼ αὖ πῶς τὴν εἰρήνην ποιοῦνται; οἵτινες τὸν μὲν πόλεμον ἐποιήσαντο ἕνεκα Ὀρχομενοῦ, ὡς οὐκ ἐπιτρέψοντες αὐτόνομον εἶναι, νῦν δὲ τεθνεώτων μὲν αὐτοῖς ἀνδρῶν τοσούτων τὸ πλῆθος, τῆς δὲ γῆς ἐκ μέρους τινὸς τετμημένης, χρήματα δʼ εἰσενηνοχότες πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ὧν στέρονται, πολεμήσαντες δὲ ἔτη τέτταρα, ὅμως Ὀρχομενὸν ἀφέντες αὐτόνομον τὴν εἰρήνην ποιοῦνται καὶ ταῦτα μάτην πεπόνθασιν· ἐξῆν γὰρ αὐτοῖς καὶ τὴν ἀρχὴν ἐῶσιν Ὀρχομενίους αὐτονόμους εἰρήνην ἄγειν. οὗτοι δʼ αὖ τούτῳ τῷ τρόπῳ τὸν πόλεμον καταλύονται.