Ancient Greek · ~2 min
Section 23
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 23
Not analysed yet
ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰ ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰ παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.