Ancient Greek
Section 24
Andocides, Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης 24
Not analysed yet
τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθου καὶ περὶ ὧν ἡμᾶς Ἀργεῖοι προκαλοῦνται. πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος.