Ancient Greek · ~2 min
Section 27
Andocides, Κατὰ Ἀλκιβιάδου 27
Not analysed yet
ἦ που ταχέως ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃς Ἀθηναῖον ἄνδρα βιασάμενος τοῖς ἀλλοτρίοις ἐτόλμησεν ἵπποις ἁμιλλᾶσθαι, δηλώσας τοῖς Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖς πολίταις οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺς μὲν ἀφαιρούμενος, τοὺς δὲ τύπτων, τοὺς δὲ εἱργνύων, τοὺς δὲ χρήματα πραττόμενος, οὐδενὸς ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, τοὺς μὲν λόγους δημαγωγοῦ τὰ δʼ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶς τοῦ μὲν ὀνόματος φροντίζοντας, τοῦ δὲ πράγματος ἀμελοῦντας.