Ancient Greek · ~1 min
Section 28
Andocides, Κατὰ Ἀλκιβιάδου 28
Not analysed yet
τοσοῦτον δὲ διαφέρει Λακεδαιμονίων, ὥστʼ ἐκεῖνοι μὲν καὶ ὑπὸ τῶν συμμάχων ἀνταγωνιζομένων ἀνέχονται ἡττώμενοι, οὗτος δὲ οὐδʼ ὑπὸ τῶν πολιτῶν, ἀλλὰ φανερῶς εἴρηκεν οὐκ ἐπιτρέψειν τοῖς ἀντεπιθυμοῦσί τινος. εἶτʼ ἐκ τῶν τοιούτων ἀναγκαῖον τὰς πόλεις τῶν ἡμετέρων πολεμίων ἐπιθυμεῖν, ἡμᾶς δὲ μισεῖν.