Ancient Greek · ~2 min
Section 10
Andocides, Περὶ τῶν μυστηρίων 10
Not analysed yet
ὥσπερ δὲ καὶ προεῖπον ὑμῖν, ὦ ἄνδρες, ἐξ ἀρχῆς περὶ πάντων ποιήσομαι τὴν ἀπολογίαν, πρῶτον μὲν περὶ αὐτῆς τῆς αἰτίας ὅθεν περ ἡ ἔνδειξις ἐγένετο, διόπερ εἰς τὸν ἀγῶνα τόνδε κατέστην, περὶ τῶν μυστηρίων ὡς οὔτʼ ἐμοὶ ἠσέβηται οὐδὲν οὔτε μεμήνυται οὔθʼ ὡμολόγηται, οὐδʼ οἶδα τοὺς μηνύσαντας ὑμῖν περὶ αὐτῶν οὔτʼ εἰ ψευδῆ οὔτʼ εἰ ἀληθῆ ἐμήνυσαν· ταῦθʼ ὑμᾶς διδάξω.