Ancient Greek · ~2 min
Section 9
Andocides, Περὶ τῶν μυστηρίων 9
Not analysed yet
τὰ μὲν οὖν δίκαια γιγνώσκειν ὑμᾶς ἡγοῦμαι καὶ αὐτοὺς παρεσκευάσθαι, οἷσπερ ἐγὼ πιστεύσας ὑπέμεινα, ὁρῶν ὑμᾶς καὶ ἐν τοῖς ἰδίοις καὶ ἐν τοῖς δημοσίοις περὶ πλείστου τοῦτο ποιουμένους, ψηφίζεσθαι κατὰ τοὺς ὅρκους· ὅπερ καὶ συνέχει μόνον τὴν πόλιν, ἀκόντων τῶν οὐ βουλομένων ταῦτα οὕτως ἔχειν. τάδε δὲ ὑμῶν δέομαι, μετʼ εὐνοίας μου τὴν ἀκρόασιν τῆς ἀπολογίας ποιήσασθαι, καὶ μήτʼ ἐμοὶ ἀντιδίκους καταστῆναι μήτε ὑπονοεῖν τὰ λεγόμενα μήτε ῥήματα θηρεύειν, ἀκροασαμένους δὲ διὰ τέλους τῆς ἀπολογίας τότε ἤδη ψηφίζεσθαι τοῦτο ὅ τι ἂν ὑμῖν αὐτοῖς ἄριστον καὶ εὐορκότατον νομίζητε εἶναι.