Ancient Greek · ~3 min
Section 101
Andocides, Περὶ τῶν μυστηρίων 101
Not analysed yet
ἀλλʼ ὅμως οὗτος ἑτέρων τολμᾷ κατηγορεῖν, ᾧ κατὰ τοὺς νόμους τοὺς ὑμετέρους οὐδʼ αὐτῷ ὑπὲρ αὑτοῦ ἔστιν ἀπολογεῖσθαι. ἀλλὰ γάρ, ὦ ἄνδρες, καθήμενος ἡνίκα μου κατηγόρει, βλέπων εἰς αὐτὸν οὐδὲν ἄλλο ἢ ὑπὸ τῶν τριάκοντα συνειλημμένος ἔδοξα κρίνεσθαι. εἰ γὰρ τότε ἠγωνιζόμην, τίς ἄν μου κατηγόρει; οὐχ οὗτος ὑπῆρχεν, εἰ μὴ ἐδίδουν ἀργύριον; καὶ γὰρ νῦν. ἀνέκρινε δʼ ἄν με τίς ἄλλος ἢ Χαρικλῆς, ἐρωτῶν, εἰπέ μοι, ὦ Ἀνδοκίδη, ἦλθες εἰς Δεκέλειαν, καὶ ἐπετείχισας τῇ πατρίδι τῇ σεαυτοῦ; οὐκ ἔγωγε. τί δέ; ἔτεμες τὴν χώραν, καὶ ἐλῄσω ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν τοὺς πολίτας τοὺς σεαυτοῦ; οὐ δῆτα. οὐδʼ ἐναυμάχησας ἐναντία τῇ πόλει, οὐδὲ συγκατέσκαψας τὰ τείχη, οὐδὲ συγκατέλυσας τὸν δῆμον, οὐδὲ βίᾳ κατῆλθες εἰς τὴν πόλιν; οὐδὲ τούτων πεποίηκα οὐδέν. δοκεῖς οὖν χαιρήσειν καὶ οὐκ ἀποθανεῖσθαι, ὡς ἕτεροι πολλοί;