Ancient Greek · ~1 min
Section 102
Andocides, Περὶ τῶν μυστηρίων 102
Not analysed yet
ἆρʼ ἂν οἴεσθε, ὦ ἄνδρες, ἄλλων τινῶν τυχεῖν με διʼ ὑμᾶς, εἰ ἐλήφθην ὑπʼ αὐτῶν; οὐκ οὖν δεινόν, εἰ ὑπὸ μὲν τούτων διὰ τοῦτʼ ἂν ἀπωλόμην, ὅτι εἰς τὴν πόλιν οὐδὲν ἥμαρτον, ὥσπερ καὶ ἑτέρους ἀπέκτειναν, ἐν ὑμῖν δὲ κρινόμενος, οὓς οὐδὲν κακὸν πεποίηκα, οὐ σωθήσομαι; πάντως δήπου· ἢ σχολῇ γέ τις ἄλλος ἀνθρώπων.