Ancient Greek · ~2 min
Section 125
Andocides, Περὶ τῶν μυστηρίων 125
Not analysed yet
καὶ οὗτος μὲν οὐκ ᾐσχύνθη οὐδʼ ἔδεισε τὼ θεώ· ἡ δὲ τοῦ Ἰσχομάχου θυγάτηρ τεθνάναι νομίσασα λυσιτελεῖν ἢ ζῆν ὁρῶσα τὰ γιγνόμενα, ἀπαγχομένη μεταξὺ κατεκωλύθη, καὶ ἐπειδὴ ἀνεβίω, ἀποδρᾶσα ἐκ τῆς οἰκίας ᾤχετο, καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα. ταύτης δʼ αὖ διαπεπλησμένος ἐξέβαλε καὶ ταύτην. ἡ δʼ ἔφη κυεῖν ἐξ αὐτοῦ· καὶ ἐπειδὴ ἔτεκεν υἱόν, ἔξαρνος ἦν μὴ εἶναι ἐξ αὐτοῦ τὸ παιδίον.