Ancient Greek · ~2 min
Section 126
Andocides, Περὶ τῶν μυστηρίων 126
Not analysed yet
λαβόντες δὲ οἱ προσήκοντες τῇ γυναικὶ τὸ παιδίον ἧκον ἐπὶ τὸν βωμὸν Ἀπατουρίοις, ἔχοντες ἱερεῖον, καὶ ἐκέλευον κατάρξασθαι τὸν Καλλίαν. ὁ δʼ ἠρώτα τίνος εἴη τὸ παιδίον· ἔλεγον Καλλίου τοῦ Ἱππονίκου. ἐγώ εἰμι οὗτος. καὶ ἔστι γε σὸν τὸ παιδίον. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν μὴ εἶναί οἱ υἱὸν ἄλλον μηδὲ γενέσθαι πώποτε, εἰ μὴ Ἱππόνικον ἐκ τῆς Γλαύκωνος θυγατρός· ἢ ἐξώλη εἶναι καὶ αὐτὸν καὶ τὴν οἰκίαν, ὥσπερ ἔσται.