Ancient Greek · ~2 min
Section 127
Andocides, Περὶ τῶν μυστηρίων 127
Not analysed yet
μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ. ἀντεῖπε μὲν Καλλιάδης μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ Χρυσίλλης γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει.