Ancient Greek · ~2 min
Section 134
Andocides, Περὶ τῶν μυστηρίων 134
Not analysed yet
κερδήναντες δὲ ἓξ τάλαντα, γνόντες τὸ πρᾶγμα οἷον εἴη, συνέστησαν πάντες, καὶ μεταδόντες τοῖς ἄλλοις ἐωνοῦντο πάλιν τριάκοντα ταλάντων. ἐπεὶ δʼ οὐκ ἀντεωνεῖτο οὐδείς, παρελθὼν ἐγὼ εἰς τὴν βουλὴν ὑπερέβαλλον, ἕως ἐπριάμην ἓξ καὶ τριάκοντα ταλάντων. ἀπελάσας δὲ τούτους καὶ καταστήσας ὑμῖν ἐγγυητὰς ἐξέλεξα τὰ χρήματα καὶ κατέβαλον τῇ πόλει καὶ αὐτὸς οὐκ ἐζημιώθην, ἀλλὰ καὶ βραχέα ἀπεκερδαίνομεν οἱ μετασχόντες· τούτους δʼ ἐποίησα τῶν ὑμετέρων μὴ διανείμασθαι ἓξ τάλαντα ἀργυρίου.