Ancient Greek · ~1 min
Section 135
Andocides, Περὶ τῶν μυστηρίων 135
Not analysed yet
ἃ οὗτοι γνόντες ἔδοσαν σφίσιν αὐτοῖς λόγον, ὅτι ἅνθρωπος οὑτοσὶ οὔτε αὐτὸς λήψεται τῶν κοινῶν χρημάτων οὔθʼ ἡμᾶς ἐάσει, φυλάξει δὲ καὶ ἐμποδὼν ἔσται διανείμασθαι τὰ κοινά· πρὸς δὲ τούτοις, ὃν ἂν ἡμῶν ἀδικοῦντα λάβῃ, εἰσάξει εἰς τὸ πλῆθος τὸ Ἀθηναίων καὶ ἀπολεῖ. δεῖ οὖν τοῦτον ἐκποδὼν ἡμῖν εἶναι καὶ δικαίως καὶ ἀδίκως.