Ancient Greek · ~1 min
Section 138
Andocides, Περὶ τῶν μυστηρίων 138
Not analysed yet
οὐκ ἐξῆν αὐτοῖς ποιῆσαι μηδὲ ταφῆς τὸ σῶμα ἀξιωθῆναι; ἔτι δὲ πολέμου γενομένου καὶ τριήρων ἀεὶ κατὰ θάλατταν οὐσῶν καὶ λῃστῶν, ὑφʼ ὧν πολλοὶ ληφθέντες, ἀπολέσαντες τὰ ὄντα, δουλεύοντες τὸν βίον διετέλεσαν, οὔσης δὲ χώρας βαρβάρου, εἰς ἣν πολλοὶ ἤδη ἐκπεσόντες αἰκείαις ταῖς μεγίσταις περιέπεσον καὶ τὰ σφέτερα αὐτῶν σώματα αἰκισθέντες ἀπέθανον,