Ancient Greek · ~2 min
Section 139
Andocides, Περὶ τῶν μυστηρίων 139
Not analysed yet
—εἶτα οἱ μὲν θεοὶ ἐκ τοσούτων κινδύνων ἔσῳζόν με, σφῶν δὲ αὐτῶν προὐστήσαντο τιμωρὸν γενέσθαι Κηφίσιον τὸν πονηρότατον Ἀθηναίων, ὧν οὗτός φησι πολίτης εἶναι οὐκ ὤν, ᾧ οὐδʼ ὑμῶν τῶν καθημένων οὐδεὶς ἂν ἐπιτρέψειεν οὐδὲν τῶν ἰδίων, εἰδὼς τοῦτον οἷός ἐστιν; ἐγὼ μὲν οὖν, ὦ ἄνδρες, ἡγοῦμαι χρῆναι νομίζειν τοὺς τοιούτους κινδύνους ἀνθρωπίνους, τοὺς δὲ κατὰ θάλατταν θείους. εἴπερ οὖν δεῖ τὰ τῶν θεῶν ὑπονοεῖν, πάνυ ἂν αὐτοὺς οἶμαι ἐγὼ ὀργίζεσθαι καὶ ἀγανακτεῖν, εἰ τοὺς ὑφʼ ἑαυτῶν σῳζομένους ὑπʼ ἀνθρώπων ἀπολλυμένους ὁρῷεν.