Ancient Greek · ~1 min
Section 24
Andocides, Περὶ τῶν μυστηρίων 24
Not analysed yet
εἰ ἀληθῆ ἦν ταῦτα ἅ μου κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς.