Ancient Greek · ~1 min
Section 25
Andocides, Περὶ τῶν μυστηρίων 25
Not analysed yet
αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγον καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντων ἐπὶ τοῖς μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι.