Ancient Greek · ~1 min
Section 54
Andocides, Περὶ τῶν μυστηρίων 54
Not analysed yet
εἰ οὖν τινι ὑμῶν, ὦ ἄνδρες, ἢ τῶν ἄλλων πολιτῶν γνώμη τοιαύτη παρειστήκει πρότερον περὶ ἐμοῦ, ὡς ἄρα ἐγὼ ἐμήνυσα κατὰ τῶν ἑταίρων τῶν ἐμαυτοῦ, ὅπως ἐκεῖνοι μὲν ἀπόλοιντο, ἐγὼ δὲ σωθείην —ἃ ἐλογοποίουν οἱ ἐχθροὶ περὶ ἐμοῦ, βουλόμενοι διαβάλλειν με —σκοπεῖσθε ἐξ αὐτῶν τῶν γεγενημένων.