Ancient Greek · ~1 min
Section 55
Andocides, Περὶ τῶν μυστηρίων 55
Not analysed yet
νῦν γὰρ ἐμὲ μὲν λόγον δεῖ δοῦναι τῶν ἐμοὶ πεπραγμένων μετὰ τῆς ἀληθείας, αὐτῶν παρόντων οἵπερ ἥμαρτον καὶ ἔφυγον ταῦτα ποιήσαντες, ἴσασι δὲ ἄριστα εἴτε ψεύδομαι εἴτε ἀληθῆ λέγω, ἔξεστι δὲ αὐτοῖς ἐλέγχειν με ἐν τῷ ἐμῷ λόγῳ· ἐγὼ γὰρ ἐφίημι· ὑμᾶς δὲ δεῖ μαθεῖν τὰ γενόμενα.