Ancient Greek · ~2 min
Section 56
Andocides, Περὶ τῶν μυστηρίων 56
Not analysed yet
ἐμοὶ γάρ, ὦ ἄνδρες, τοῦδε τοῦ ἀγῶνος τοῦτʼ ἔστι μέγιστον, σωθέντι μὴ δοκεῖν κακῷ εἶναι, ἀλλὰ πρῶτον μὲν ὑμᾶς, εἶτα δὲ καὶ τοὺς ἄλλους ἅπαντας μαθεῖν ὅτι οὔτε μετὰ κακίας οὔτε μετʼ ἀνανδρίας οὐδεμιᾶς τῶν γεγενημένων πέπρακται ὑπʼ ἐμοῦ οὐδέν, ἀλλὰ διὰ συμφορὰν γεγενημένην μάλιστα μὲν τῇ πόλει, εἶτα δὲ καὶ ἡμῖν, εἶπον δὲ ἃ ἤκουσα Εὐφιλήτου προνοίᾳ μὲν τῶν συγγενῶν καὶ τῶν φίλων, προνοίᾳ δὲ τῆς πόλεως ἁπάσης, μετʼ ἀρετῆς ἀλλʼ οὐ μετὰ κακίας, ὡς ἐγὼ νομίζω. εἰ οὖν οὕτως ἔχει ταῦτα, σῴζεσθαί τε ἀξιῶ καὶ δοκεῖν ὑμῖν εἶναι μὴ κακός.