Ancient Greek · ~1 min
Section 75
Andocides, Περὶ τῶν μυστηρίων 75
Not analysed yet
ἄλλοι αὖ κατὰ προστάξεις, οἵτινες οὐ παντάπασιν ἄτιμοι ἦσαν, ἀλλὰ μέρος τι αὐτῶν, οἷον οἱ στρατιῶται, οἷς, ὅτι ἐπέμειναν ἐπὶ τῶν τετρακοσίων ἐν τῇ πόλει, τὰ μὲν ἄλλα ἦν ἅπερ τοῖς ἄλλοις πολίταις, εἰπεῖν δʼ ἐν τῷ δήμῳ οὐκ ἐξῆν αὐτοῖς οὐδὲ βουλεῦσαι. τούτων ἦσαν οὗτοι ἄτιμοι αὕτη γὰρ ἦν τούτοις πρόσταξις.