Ancient Greek · ~2 min
Section 76
Andocides, Περὶ τῶν μυστηρίων 76
Not analysed yet
ἑτέροις οὐκ ἦν γράψασθαι, τοῖς δὲ ἐνδεῖξαι, τοῖς δὲ μὴ ἀναπλεῦσαι εἰς Ἑλλήσποντον, ἄλλοις δʼ εἰς Ἰωνίαν· τοῖς δʼ εἰς τὴν ἀγορὰν μὴ εἰσιέναι πρόσταξις ἦν. ταῦτʼ οὖν ἐψηφίσασθε ἐξαλεῖψαι πάντα τὰ ψηφίσματα, καὶ αὐτὰ καὶ εἴ πού τι ἀντίγραφον ἦν, καὶ πίστιν ἀλλήλοις περὶ ὁμονοίας δοῦναι ἐν ἀκροπόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα τὸ Πατροκλείδου, καθʼ ὃ ταῦτα ἐγένετο.