Ancient Greek · ~2 min
Section 77
Andocides, Περὶ τῶν μυστηρίων 77
Not analysed yet
Ψήφισμα. —Πατροκλείδης εἶπεν· ἐπειδὴ ἐψηφίσαντο Ἀθηναῖοι τὴν ἄδειαν περὶ τῶν ἀτίμων καὶ τῶν ὀφειλόντων, ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν, ψηφίσασθαι τὸν δῆμον ταὐτὰ ἅπερ ὅτε ἦν τὰ Μηδικά, καὶ συνήνεγκεν Ἀθηναίοις ἐπὶ τὸ ἄμεινον. περὶ δὲ τῶν ἐγγεγραμμένων εἰς τοὺς πράκτορας ἢ τοὺς ταμίας τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν ἢ τὸν βασιλέα εἰ τις μὴ ἐξεγράφη μέχρι τῆς ἐξελθούσης βουλῆς ἐφʼ ἧς Καλλίας ἦρχεν,