Ancient Greek · ~1 min
Section 91
Andocides, Περὶ τῶν μυστηρίων 91
Not analysed yet
καὶ οὐ δέξομαι ἔνδειξιν οὐδὲ ἀπαγωγὴν ἕνεκα τῶν πρότερον γεγενημένων, πλὴν τῶν φυγόντων. ὑμεῖς δʼ αὖ, ὦ Ἀθηναῖοι, τί ὀμόσαντες δικάζετε; καὶ οὐ μνησικακήσω, οὐδὲ ἄλλῳ πείσομαι, ψηφιοῦμαι δὲ κατὰ τοὺς κειμένους νόμους. ἃ χρὴ σκοπεῖν, εἰ δοκῶ ὀρθῶς ὑμῖν λέγειν ὡς ὑπὲρ ὑμῶν λέγω καὶ τῶν νόμων.