Ancient Greek · ~1 min
Section 92
Andocides, Περὶ τῶν μυστηρίων 92
Not analysed yet
σκέψασθε τοίνυν, ὦ ἄνδρες, καὶ τοὺς νόμους καὶ τοὺς κατηγόρους, τί αὐτοῖς ὑπάρχον ἑτέρων κατηγοροῦσι. Κηφίσιος μὲν οὑτοσὶ πριάμενος ὠνὴν ἐκ τοῦ δημοσίου, τὰς ἐκ ταύτης ἐπικαρπίας τῶν ἐν τῇ γῇ γεωργούντων ἐνενήκοντα μνᾶς ἐκλέξας, οὐ κατέβαλε τῇ πόλει καὶ ἔφυγεν· εἰ γὰρ ἦλθεν, ἐδέδετʼ ἂν ἐν τῷ ξύλῳ.