Ancient Greek · ~1 min
Section 93
Andocides, Περὶ τῶν μυστηρίων 93
Not analysed yet
ὁ γὰρ νόμος οὕτως εἶχε, κυρίαν εἶναι τὴν βουλήν, ὃς ἂν πριάμενος τέλος μὴ καταβάλῃ, δεῖν εἰς τὸ ξύλον. οὗτος τοίνυν, ὅτι τοῖς νόμοις ἐψηφίσασθε ἀπʼ Εὐκλείδου ἄρχοντος χρῆσθαι, ἀξιοῖ ἃ ἔχει ὑμῶν ἐκλέξας μὴ ἀποδοῦναι, καὶ νῦν γεγένηται ἀντὶ μὲν φυγάδος πολίτης, ἀντὶ δὲ ἀτίμου συκοφάντης, ὅτι τοῖς νόμοις τοῖς νῦν κειμένοις χρῆσθε.