Ancient Greek · ~2 min
1 to 5
ANDRON EPHESIUS, Fragmenta 1-5
Not analysed yet
Ἄνδρων δ ̓ ἐν τῷ Τρίποδι, Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίκοδα θεῖνα· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χείλωνι. Σπαρτιάτην δὲ Ἀριστόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς ἀναγράφεται καὶ Ἄνδρων ὁ Ἐφέσιος. Συνεχρόνισαν οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὥς φησιν Ἄνδρων ἐν τῷ Τρίποδι. Οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν; οὐ Πυθαγόραν πάλιν; οὐκ Ἀνδροτίων (Ἄνδρων correx. Siebelis) τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε; λέγω δὴ τοὺς σοφούς. Ἄνδρων δ ̓ ὁ Ἐφέσιος δύο φησὶ γεγονέναι Φερεκύδας Συρίους· τὸν μὲν ἀστρολόγον· τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ᾧ καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ ̓ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον γενεαλόγον.