Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_ANDRON_EPHESIUS
ANDRON EPHESIUS, Fragmenta 6
Not analysed yet
Ἄνδρωνος ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμὸς, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ταῦτ ̓ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος. Εἰ μὲν γὰρ περὶ Πυθαγόρου λέγων, τάχα[ἃ] ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον, ταῦτα καὶ αὐτὸς ἂν εἶπον [l. εἶπεν]· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. Τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ ̓ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. Οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπὴν, ἀλλὰ καὶ τόπων μεταθέσει· τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ ̓ Ἄνδρωνος ῥηθὲν, ἐν Συρίᾳ (Σύρῳ̣) εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν· ἵνα δέ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξένου προτέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων.