Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_ANDRON_HALICARNASSENSIS
ANDRON HALICARNASSENSIS, Fragmenta 12
Not analysed yet
Οἵτε δὴ τὴν Ἀτθίδα συγγράψαντες, πολλὰ διαφωνοῦντες, τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, ὅτι, τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τοῦ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοι, καὶ κτίσαι τὴν Νίσαιαν. Φιλόχορος (fr. 35) μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι Πυθίου διήκειν αὐτοῦ φησὶ τὴν ἀρχήν· Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου.